ΕΥΧΗ ΕΠΙ ΕΧΘΡΑΣ
Εὐχαριστοῦμέν Σοι Δέσποτα φιλάνθρωπε τῷ Βασιλεῖ τῶν αἰώνων, καὶ δοτῆρι τῶν ἀγαθῶν, τῷ καθελόντι τῆς ἔχθρας τὸ μεσότειχον, καὶ εἰρήνην βραβεύσαντι τῷ γένει τῶν ἀνθρώπων, τῷ δωρησαμένῳ μὲν νῦν εἰρήνην τοῖς δούλοις Σου, ῥίζωσον ἐν αὐτοῖς τὸν φόβον Σου, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην βεβαίωσον, κατάσβεσον πᾶσαν ἔριν, περίελε πάντα τὰ τῆς διχοστασίας σκάνδαλα, ὅτι Σὺ εἶ ἡ εἰρήνη ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐχὴ ἑτέρα, εἰς ἀγάπην καὶ ὁμόνοιαν ἐξ ἔχθρας τινός. Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῆς ἀγάπης φυτουργός, καὶ τῆς εἰρήνης βραβευτής, καὶ τῆς ὁμονοίας δοτήρ, χάρισαι ἡμῖν τὴν ἀγάπην Σου, τὸ πλήρωμα τοῦ νόμου Σου. Δὸς ἡμῖν τὸ προσλαμβάνεσθαι ἀλλήλους ἐν ἀγάπῃ, καθὼς καὶ ὁ μονογενής Σου Υἱὸς προσελάβετο ἡμᾶς, δὸς ἡμῖν ἀλλήλων τὰ βάρη βαστάζειν, καὶ μετ’ εὐνοίας δουλεύειν ἀλλήλους, καὶ ἀναπληροῦν τὸν νόμον τοῦ Χριστοῦ Σου μετὰ πάσης προθυμίας, λυτρούμενος μυρίων κακῶν, ἀπὸ πάσης ἐπιβουλῆς καὶ ενεργείας τοῦ πονηροῦ, ὅτι Θεὸς ειρήνης, ὁμονοίας καὶ οἰκτιρμῶν ὑπάρχεις, και σοὶ τὴν δόξαν ἀναπέμπομεν.